Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.199 Joseph. AJ 19.202 (English) >>Joseph. AJ 19.208

19.201

Γάιος μὲν δὴ τέταρτον ἐνιαυτὸν ἡγεμονεύσας Ῥωμαίων λείποντα τεσσάρων μηνῶν οὕτως τελευτᾷ, ἀνὴρ καὶ πρότερον τῇ ἀρχῇ συνῆλθεν σκαιός τε καὶ κακοτροπίας εἰς τὸ ἄκρον ἀφιγμένος, ἡδονῇ τε ἡσσώμενος καὶ φίλος διαβολῇ, καὶ τὰ μὲν φοβερὰ καταπεπληγμένος καὶ διὰ τοῦτο ἐφʼ οἷς θαρσήσειε φονικώτατος, τῆς τε ἐξουσίας ἐφʼ ἑνὶ μόνῳ πιμπλάμενος τῷ ὑβρίζειν, εἰς οὓς ἥκιστα ἐχρῆν ἀλόγῳ μεγαλοψυχίᾳ χρώμενος καὶ ποριστὴς ἐκ τοῦ κτείνειν καὶ παρανομεῖν. 19.202καὶ τοῦ μὲν θείου καὶ νομίμου μείζων ἐσπουδακὼς εἶναί τε καὶ δοκεῖν, ἡσσώμενος δὲ ἐπαίνων τῆς πληθύος καὶ πάντα, ὁπόσα αἰσχρὰ κρίνας νόμος ἐπιτιμᾷ τιμωρίαν, ἐνόμισεν ἀρετῆς. 19.203καὶ φιλίας ἀμνήμων, εἰ καὶ πλείστη τε καὶ διὰ μεγίστων γένοιτο, οἷς τότε ὀργισθείη ἐκπλήξει κολάσεως καὶ ἐλαχίσταις, πολέμιον δὲ ἡγούμενος πᾶν τὸ ἀρετῇ συνερχόμενον, ἀναντίλεκτον ἐπὶ πᾶσιν οἷς κελεύσειε τὴν ἐπιθυμίαν λαμβάνων· 19.204ὅθεν καὶ ἀδελφῇ γνησίᾳ συνῆν, ἐξ οὗ καὶ μάλιστα αὐτῷ φύεσθαι παρὰ τοῖς πολίταις ἤρξατο σφοδρότερον τὸ μῖσος διὰ τὸ πολλοῦ χρόνου μὴ ἱστορημένον εἴς τε ἀπιστίαν καὶ ἔχθραν τὴν πρὸς τὸν πράξαντα παρακαλεῖν. 19.205ἔργον δὲ μέγα βασίλειον οὐδὲν αὐτῷ πεπραγμένον εἴποι ἄν τις ἐπʼ ὠφελείᾳ τῶν συνόντων καὶ αὖθις ἀνθρώπων ἐσομένων, πλήν γε τοῦ περὶ Ῥήγιον καὶ Σικελίαν ἐπινοηθέντος ἐν ὑποδοχῇ τῶν ἀπʼ Αἰγύπτου σιτηγῶν πλοίων·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.199 Joseph. AJ 19.202 (English) >>Joseph. AJ 19.208

Powered by PhiloLogic